Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Eksodos

Ὀδυσσεύς
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
 
φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι,
 
βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς. 1345
Ἀγαμέμνων
σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί;
Ὀδυσσεύς
ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν.
Ἀγαμέμνων
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Ὀδυσσεύς
μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Ἀγαμέμνων
τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. 1350
Ὀδυσσεύς
ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Ἀγαμέμνων
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Ὀδυσσεύς
παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
Ἀγαμέμνων
μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὀδυσσεύς
ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν. 1355
Ἀγαμέμνων
τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδεῖ νέκυν;
Ὀδυσσεύς
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Ἀγαμέμνων
τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Ὀδυσσεύς
ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Ἀγαμέμνων
τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους; 1360
Ὀδυσσεύς
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἀγαμέμνων
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
← Önceki Eksodos · 7 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi