Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Eksodos

Τεῦκρος
χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
 
λαχών τε κἀκέλευστος ἦλθʼ ἐναντίος,
 
οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς, 1285
 
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου
 
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
 
ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών,
 
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
 
δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς; 1290
 
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
 
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
 
Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε δυσσεβέστατον,
 
προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
 
αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ 1295
 
λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ
 
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
 
τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν;
 
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
 
ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν 1300
 
ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν
 
βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν
← Önceki Eksodos · 4 / 9 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi