Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Epeisodion 6

Τεῦκρος
πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
Μενέλαος
τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
Τεῦκρος
οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
Μενέλαος
ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον. 1140
Τεῦκρος
ἀλλʼ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενέλαος
ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν
 
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
 
ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷ
 
χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς 1145
 
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
 
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
 
σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας
 
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
Τεῦκρος
ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων, 1150
 
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
 
κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
 
ὀργήν θʼ ὅμοιος εἶπε τοιοῦτον λόγον·
 
ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
 
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος. 1155
 
τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών.
← Önceki Epeisodion 6 · 10 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi