Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Epeisodion 5

Ἄγγελος
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
 
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ 720
 
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
 
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
 
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
 
μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν
 
ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ, 725
 
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
 
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
 
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·
 
ὥστʼ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
 
κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. 730
 
λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω
 
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
 
ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;
 
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας 735
 
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
ἰοὺ ἰού·
 
βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν
 
πέμπων ἔπεμψεν ἢ ʼφάνην ἐγὼ βραδύς.
Χορός
τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον; 740
Ἄγγελος
τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
 
μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
 
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, 745
 
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;
Ἄγγελος
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
 
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
 
Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα, 750
 
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
 
θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
 
εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
 
Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,
 
εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ. 755
 
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
 
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
 
τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
 
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
 
ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν 760
 
βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.
 
κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος
 
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
 
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει
 
βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν. 765
 
ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο·
 
πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
 
κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα
 
κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.
 
τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον 770
 
δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν
 
ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
 
τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·
 
ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
 
ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη. 775
 
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
 
ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.
 
ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂν
 
γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.
 
τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας 780
 
πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς
 
Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,
 
οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
Χορός
ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
 
ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ· 785
 
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
 
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορός
τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
 
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ. 790
Τέκμησσα
οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Ἄγγελος
οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,
 
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τέκμησσα
καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.
Ἄγγελος
ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται 795
 
σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.
Τέκμησσα
ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον
 
ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών; 800
Ἄγγελος
τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν
 
τὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,
 
καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
 
οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους 805
 
ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
 
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
 
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
 
οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·
 
ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω. 810
 
χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
 
σῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.
Χορός
χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
 
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται,
Αἴας
ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος 815
 
γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·
 
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
 
μάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν·
 
πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
 
σιδηροβρῶτι θηγάνῃ νεηκονής· 820
 
ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,
 
εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.
 
οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
 
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
 
αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν. 825
 
πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν
 
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
 
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
 
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
 
ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ. 830
 
τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα
 
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
 
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
 
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
 
καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους 835
 
ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
 
σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
 
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
 
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
 
ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ 840
 
αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
 
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
 
ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,
 
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·
 
σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν 845
 
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
 
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
 
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν
 
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
 
ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν, 850
 
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
 
ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
 
ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
 
ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών.
 
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. 855
 
σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
 
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
 
πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
 
ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
 
Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον 860
 
κλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
 
κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰ
 
πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
 
τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
 
τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι. 865

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi