Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 4

Ἀντιγόνη
δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.
 
καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.
 
οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, 905
 
οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
 
βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.
 
τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
 
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
 
καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον, 910
 
μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
 
οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
 
τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ
 
νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν
 
καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. 915
 
καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
 
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
 
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
 
ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος
 
ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς. 920
 
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
 
τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
← Önceki Epeisodion 4 · 2 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi