Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 4

Κρέων
ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
 
ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν;
 
οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ 885
 
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,
 
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
 
εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
 
ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
 
μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται. 890
Ἀντιγόνη
ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
 
οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
 
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
 
πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·
 
ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ 895
 
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
 
ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω
 
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
 
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
 
ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ 900
 
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
 
χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν
← Önceki bölüm Epeisodion 4 · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi