Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Stasimon 3

[Choral 1]
Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,
Χορός
ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,
 
φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς· 785
 
καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς
 
οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν. 790
 
σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,
 
σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·
 
νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου 795
 
νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς
 
θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα. 800
[Choral]
νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν
Χορός
ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ
 
οὐκέτι πηγὰς δύναμαι δακρύων,
 
τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον
 
τήνδʼ Ἀντιγόνην ἀνύτουσαν. 805
[Choral 1]
ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
Ἀντιγόνη
στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
 
κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει 810
 
τὰν Ἀχέροντος
 
ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός
 
πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω. 815
[Choral]
οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ
Χορός
ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,
 
οὔτε φθινάσιν πληγεῖσα νόσοις
 
οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ, 820
 
ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ
 
θνητῶν Ἅιδην καταβήσει.
[Choral 1]
ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν
Ἀντιγόνη
Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς 825
 
πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
 
ὡς φάτις ἀνδρῶν,
 
χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις 830
 
δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.
[Choral]
ἀλλὰ θεός τοι καὶ θεογεννής,
Χορός
ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. 835
 
καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
 
τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
 
ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
[Choral 2]
οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
Ἀντιγόνη
οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον; 840
 
ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·
 
ἰὼ Διρκαῖαι κρῆναι
 
Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι, 845
 
οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
 
πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
 
ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα 850
 
μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
[Choral 3]
προβᾶσʼ ἐπʼ ἔσχατον θράσους
Χορός
ὑψηλὸν ἐς Δίκας βάθρον
 
προσέπεσες, ὦ τέκνον, πολύ· 855
 
πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.
[Choral 2]
ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
Ἀντιγόνη
πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος
 
ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. 860
 
ἰὼ ματρῷαι λέκτρων
 
ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός, 865
 
οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·
 
πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.
 
ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, 870
 
θανὼν ἔτʼ οὖσαν κατήναρές με.
[Choral 3]
σέβειν μὲν εὐσέβειά τις,
Χορός
κράτος δʼ ὅτῳ κράτος μέλει
 
παραβατὸν οὐδαμᾷ πέλει·
 
σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά. 875
[Choral]
ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι
Ἀντιγόνη
τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε
 
λαμπάδος ἱερὸν ὄμμα
 
θέμις ὁρᾶν ταλαίνᾳ. 880
 
τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον
 
οὐδεὶς φίλων στενάζει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi