Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 3

Αἵμων
οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
Κρέων
οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
Αἵμων
οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.
Κρέων
πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αἵμων
ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος; 735
Κρέων
ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
Αἵμων
πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
Κρέων
οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
Αἵμων
καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
Κρέων
ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. 740
Αἵμων
εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
Κρέων
ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
Αἵμων
οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.
Κρέων
ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αἵμων
οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. 745
Κρέων
ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αἵμων
οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρέων
ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αἵμων
καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρέων
ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς. 750
← Önceki Epeisodion 3 · 6 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi