Epeisodion 2
Φύλαξ
ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·
τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
385
Χορός
ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
Κρέων
τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
Φύλαξ
ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.
ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ
σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ
390
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,
κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον
395
κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,
ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν
καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος
δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.
400
Κρέων
ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.
Κρέων
ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
Φύλαξ
ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;
405
Κρέων
καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
Φύλαξ
τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,
πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,
πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν
νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,
410
καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,
ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις
κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.
χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι
415
μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς
τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας
420
αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.
καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.
425
οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς
ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
430
χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,
435
ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν
ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
440
Κρέων
σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;
Ἀντιγόνη
καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Κρέων
σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις
ἔξω βαρείας αἰτίας ἐλεύθερον·
445
σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
Ἀντιγόνη
ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
Κρέων
καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;
Ἀντιγόνη
οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
450
οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη
τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν
νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.
455
οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.
τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην
δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;
460
κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.
ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;
οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
465
παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς
μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,
κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.
σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
470
Χορός
δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.
Κρέων
ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
475
θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·
σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους
ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,
480
νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
485
ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα
τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
490
καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως
λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.
φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
495
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
Ἀντιγόνη
θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;
Κρέων
ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
Ἀντιγόνη
τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
500
οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
505
ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
Κρέων
σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
Κρέων
σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
510
Ἀντιγόνη
οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Ἀντιγόνη
ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Ἀντιγόνη
οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.
515
Κρέων
εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Ἀντιγόνη
οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
Κρέων
πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
Ἀντιγόνη
ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
Κρέων
ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
520
Ἀντιγόνη
τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρέων
οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.
Ἀντιγόνη
οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρέων
κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
525