Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Prologos

Ἀντιγόνη
χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
Ἰσμήνη
οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
Ἀντιγόνη
μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
Ἰσμήνη
ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
 
τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ. 85
Ἀντιγόνη
οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει
 
σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
Ἰσμήνη
θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
Ἀντιγόνη
ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.
Ἰσμήνη
εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς. 90
Ἀντιγόνη
οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
Ἰσμήνη
ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
Ἀντιγόνη
εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,
 
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.
 
ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν 95
 
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
 
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
Ἰσμήνη
ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι
 
ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη.
← Önceki Prologos · 5 / 5 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi