Epeisodion 3
Ὕλλος
φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;
Δηιάνειρα
πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼν
ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;
745
Ὕλλος
αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν
πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
Δηιάνειρα
ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
Ὕλλος
εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
750
νίκης ἄγων τροπαῖα κἀκροθίνια,
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ
βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·
οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.
755
μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,
τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·
ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,
ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων
760
λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ
ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.