Thesauros Edebiyat Tragedya Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Stasimon 1

Χορός
ἀνολολυξάτω δόμοις ἐφεστίοις 205
 
ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ
 
κοινὸς ἀρσένων ἴτω
 
κλαγγὰ τὸν εὐφαρέτραν
 
Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
 
παιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι, 210
 
βοᾶτε τὰν ὁμόσπορον
 
Ἄρτεμιν Ὀρτυγίαν
 
ἐλαφαβόλον ἀμφίπυρον,
 
γείτονάς τε Νύμφας.
 
ἀείρομαι οὐδʼ ἀπώσομαι 215
 
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
 
ἰδού μʼ ἀναταράσσει,
 
εὐοῖ μʼ,
 
ὁ κισσὸς ἄρτι βακχίαν
 
ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν. 220
 
ἴδʼ, ὦ φίλα γύναι,
 
τάδʼ ἀντίπρῳρα δή σοι
 
βλέπειν πάρεστʼ ἐναργῆ.
Δηιάνειρα
ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος 225
 
φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
 
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
 
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
Λίχας
ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,
 
γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς 230
 
πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
Δηιάνειρα
ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι
 
δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.
Λίχας
ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε
 
καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. 235
Δηιάνειρα
ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
Λίχας
ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται
 
βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.
Δηιάνειρα
εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;
Λίχας
εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ 240
 
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
Δηιάνειρα
αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;
 
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
Λίχας
ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
 
ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. 245
Δηιάνειρα
ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
 
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
Λίχας
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
 
κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,
 
ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον, 250
 
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
 
κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
 
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
 
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
 
ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν, 255
 
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
 
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
 
κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,
 
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
 
τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον 260
 
μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·
 
ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,
 
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
 
ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,
 
λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη 265
 
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
 
φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
 
ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,
 
ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
 
ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν 270
 
πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
 
τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
 
ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.
 
ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ
 
ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος 275
 
πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,
 
ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
 
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
 
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
 
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες. 280
 
κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
 
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,
 
πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς
 
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
 
χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς 285
 
ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
 
αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα
 
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
 
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
 
πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν. 290
Χορός
ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
 
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
Δηιάνειρα
πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ
 
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
 
πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν. 295
 
ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
 
ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
 
ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
 
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
 
χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας, 300
 
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
 
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
 
ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε
 
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
 
μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι. 305
 
οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.
 
ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;
 
ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
 
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
 
Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν; 310
 
τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;
 
ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
 
βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
Λίχας
τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως
 
γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. 315
Δηιάνειρα
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
Λίχας
οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.
Δηιάνειρα
οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
Λίχας
ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
Δηιάνειρα
εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ 320
 
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.
Λίχας
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
 
χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
 
προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,
 
ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος 325
 
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
 
διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη
 
κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.
Δηιάνειρα
ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
 
οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς 330
 
τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·
 
ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα
 
χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις
 
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
Ἄγγελος
αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως 335
 
μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,
 
ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·
 
τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.
Δηιάνειρα
τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;
Ἄγγελος
σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος 340
 
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
Δηιάνειρα
πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν
 
καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;
Ἄγγελος
σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.
Δηιάνειρα
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. 345
Ἄγγελος
ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
 
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸς
 
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
Δηιάνειρα
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
 
ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει. 350
Ἄγγελος
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,
 
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
 
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι
 
τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
 
μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, 355
 
οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων
 
λατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
 
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
 
ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον
 
τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, 360
 
ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας
 
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
 
τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,
 
κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
 
ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους 365
 
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
 
οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
 
οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
 
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
 
δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. 370
 
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
 
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
 
ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
 
οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.
Δηιάνειρα
οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος; 375
 
τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
 
λαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμος
 
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
Ἄγγελος
ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,
 
πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ 380
 
Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
 
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
Χορός
ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ
 
λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.
Δηιάνειρα
τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις 385
 
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
Χορός
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ
 
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
Δηιάνειρα
ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
Ἄγγελος
ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν; 390
Δηιάνειρα
μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,
 
ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.
Λίχας
τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;
 
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
Δηιάνειρα
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν 395
 
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
Λίχας
ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.
Δηιάνειρα
ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;
Λίχας
ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.
Δηιάνειρα
τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων; 400
Λίχας
Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.
Ἄγγελος
οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;
Λίχας
σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;
Ἄγγελος
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.
Λίχας
πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως 405
 
κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ
 
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
Ἄγγελος
τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;
Λίχας
δίκαια γάρ.
Ἄγγελος
τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, 410
 
ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
Λίχας
πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
Ἄγγελος
οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
Λίχας
ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.
Ἄγγελος
οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ. 415
Λίχας
λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Ἄγγελος
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
Λίχας
φημί· πρὸς τί δʼ ἱστορεῖς;
Ἄγγελος
οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,
 
Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν; 420
Λίχας
ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
 
σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;
Ἄγγελος
πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων
 
ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.
Λίχας
κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται 425
 
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
Ἄγγελος
ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
 
δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
Λίχας
ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη
 
δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος. 430
Ἄγγελος
ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ
 
πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
 
πέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.
Λίχας
ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρ
 
νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. 435
Δηιάνειρα
μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος
 
Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
 
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ
 
οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι
 
χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. 440
 
Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται
 
πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·
 
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
 
κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;
 
ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ 445
 
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
 
ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
 
τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.
 
οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν
 
ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. 450
 
εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
 
θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
 
ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
 
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
 
ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται· 455
 
πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.
 
κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
 
τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·
 
τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
 
πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή; 460
 
κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν
 
ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ
 
κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ
 
ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι
 
τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, 465
 
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
 
ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν
 
ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν
 
πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.
Χορός
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ 470
 
γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.
Λίχας
ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω
 
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
 
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
 
ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει. 475
 
ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ
 
διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθορος
 
καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
 
καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
 
οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ, 480
 
ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν
 
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
 
ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.
 
ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,
 
κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν 485
 
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
 
οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·
 
ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν
 
τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.
Δηιάνειρα
ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, 490
 
κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,
 
θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης
 
χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,
 
ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
 
καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε 495
 
χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
[Choral 1]
μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.
Χορός
καὶ τὰ μὲν θεῶν
 
παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω, 500
 
οὐδὲ τὸν ἔννυχον Ἅιδαν
 
ἢ Ποσειδάωνα τινάκτορα γαίας·
 
ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν
 
τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,
 
τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων; 505
 
ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
 
φάσμα ταύρου,
 
Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ 510
 
ἦλθε παλίντονα Θήβας
 
τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
 
παῖς Διός· οἳ τότʼ ἀολλεῖς
 
ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
 
μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα. 515
[Choral]
τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,
Χορός
ταυρείων τʼ ἀνάμιγδα κεράτων·
 
ἦν δʼ ἀμφίπλεκτοι κλίμακες, 520
 
ἦν δὲ μετώπων ὀλόεντα
 
πλήγματα, καὶ στόνος ἀμφοῖν.
 
ἁ δʼ εὐῶπις ἁβρὰ
 
τηλαυγεῖ παρʼ ὄχθῳ
 
ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν. 525
 
ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω·
 
τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας
 
ἐλεινὸν ἀμμένει·
 
κἀπὸ ματρὸς ἄφαρ βέβακεν,
 
ὥστε πόρτις ἐρήμα. 530

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi