Thesauros Edebiyat Tragedya Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Parodos

[Choral 1]
ὃν αἰόλα νὺξ ἐναριζομένα
Χορός
τίκτει κατευνάζει τε, φλογιζόμενον 95
 
Ἅλιον Ἅλιον αἰτῶ
 
τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς
 
ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,
 
ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς, 100
 
εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.
 
ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
 
τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,
 
οἷά τινʼ ἄθλιον ὄρνιν, 105
 
οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼ
 
εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
 
ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν 110
 
δύστανον ἐλπίζουσαν αἶσαν.
[Choral 2]
πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τις
Χορός
κύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι,
 
οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει,
 
βιότου πολύπονον ὥσπερ πέλαγος 115
 
Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα 120
 
σφε δόμων ἐρύκει.
 
ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω.
 
φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν 125
 
χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·
 
ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον
 
ἄρκτου στροφάδες κέλευθοι. 130
 
μένει γὰρ οὔτʼ αἰόλα
[Choral]
νὺξ βροτοῖσιν οὔτε κῆρες
Χορός
οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ
 
βέβακε, τῷ δʼ ἐπέρχεται
 
χαίρειν τε καὶ στέρεσθαι. 135
 
ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
 
τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε
 
τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν; 140

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi