Thesauros Edebiyat Tragedya Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Eksodos

Ὕλλος
ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
Ἡρακλῆς
ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, 1185
Ὕλλος
ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται;
Ἡρακλῆς
ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
Ὕλλος
ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.
Ἡρακλῆς
εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.
Ὕλλος
οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δʼ ὅμως· 1190
Ἡρακλῆς
οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;
Ὕλλος
οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.
Ἡρακλῆς
ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε
 
σῶμʼ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.
 
πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς 1195
 
κείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦ
 
ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
 
καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
 
πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
 
ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ 1200
 
τοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼ
 
καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.
Ὕλλος
οἴμοι, πάτερ, τί δʼ εἶπας; οἷά μʼ εἴργασαι.
← Önceki Eksodos · 8 / 12 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi