Thesauros Edebiyat Tragedya Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Eksodos

Ὕλλος
αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ
 
τούτων θέμενοι συγγνωμοσύνην, 1265
 
μεγάλην δὲ θεῶν ἀγνωμοσύνην
 
εἰδότες ἔργων τῶν πρασσομένων,
 
οἳ φύσαντες καὶ κλῃζόμενοι
 
πατέρες τοιαῦτʼ ἐφορῶσι πάθη.
 
τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ, 1270
 
τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν,
 
αἰσχρὰ δʼ ἐκείνοις,
 
χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντων
 
τῷ τήνδʼ ἄτην ὑπέχοντι.
 
λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων, 1275
 
μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,
 
πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,
 
κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.
← Önceki Eksodos · 12 / 12

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi