Thesauros Edebiyat Tragedya Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Stasimon 5

[Episode]
οἴμοι ἐγὼ σοῦ,
Ὕλλος
πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
 
τί πάθω; τί δὲ μήσομαι; οἴμοι.
Πρέσβυς
σίγα, τέκνον, μὴ κινήσῃς 975
 
ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·
 
ζῇ γὰρ προπετής· ἀλλʼ ἴσχε δακὼν στόμα σόν.
Ὕλλος
πῶς φής, γέρον; ἦ ζῇ;
Πρέσβυς
οὐ μὴ ʼξεγερεῖς τὸν ὕπνῳ κάτοχον
 
κἀκκινήσεις κἀναστήσεις
 
φοιτάδα δεινὴν νόσον, ὦ τέκνον. 980
Ὕλλος
ἀλλʼ ἐπί μοι μελέῳ
 
βάρος ἄπλετον· ἐμμέμονεν φρήν.
Ἡρακλῆς
ὦ Ζεῦ,
 
ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
 
κεῖμαι πεπονημένος ἀλλήκτοις 985
 
ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων·
 
ἡ δʼ αὖ μιαρὰ βρύκει. φεῦ.
Πρέσβυς
ἆρʼ ἐξῄδη σʼ ὅσον ἦν κέρδος
 
σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
 
τῷδʼ ἀπὸ κρατὸς βλεφάρων θʼ ὕπνον; 990
Ὕλλος
οὐ γὰρ ἔχω πῶς ἂν
 
στέρξαιμι κακὸν τόδε λεύσσων.
Ἡρακλῆς
ὦ Κηναία κρηπὶς βωμῶν,
 
ἱερῶν οἵαν οἵων ἐπί μοι
 
μελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ. 995
 
οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν·
 
ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλας
 
ὤφελον ὄσσοις, τόδʼ ἀκήλητον
 
μανίας ἄνθος καταδερχθῆναι.
 
τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης 1000
 
ἰατορίας, ὃς τήνδʼ ἄτην
 
χωρὶς Ζηνὸς κατακηλήσει;
 
θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην.
[Choral 1]
ἒ ἔ,
Ἡρακλῆς
ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον, 1005
 
ἐᾶθʼ ὕστατον εὐνᾶσθαι.
[Choral 2]
πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
Ἡρακλῆς
ἀπολεῖς μʼ, ἀπολεῖς.
 
ἀνατέτροφας ὅ τι καὶ μύσῃ.
 
ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ, ὦ 1010
 
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
 
πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων
 
ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
 
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
[Choral 1]
ἒ ἔ, 1015
Ἡρακλῆς
οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλει 1015
 
μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.
Πρέσβυς
ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει
 
ἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
 
ἐς πλέον ἢ διʼ ἐμοῦ σῴζειν.
Ὕλλος
ψαύω μὲν ἔγωγε, 1020
 
λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθεν
 
ἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.
[Choral 3]
ὦ παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ με
Ἡρακλῆς
πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον. 1025
[Choral 2]
θρῴσκει δʼ αὖ, θρῴσκει δειλαία
Ἡρακλῆς
διολοῦσʼ ἡμᾶς
 
ἀποτίβατος ἀγρία νόσος. 1030
 
ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ,
 
τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,
 
παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσεν 1035
 
σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν
 
αὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας, 1040
[Choral 3]
ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼ
Ἡρακλῆς
ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi