Thesauros Edebiyat Tragedya Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Stasimon 3

[Episode]
λήψεται τὸν τράχηλον
Χορός
ἐντόνως ὁ καρκίνος
 
τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα 610
 
φωσφόρους ὀλεῖ κόρας.
 
ἤδη
 
δαλὸς ἠνθρακωμένος
 
κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον 615
 
ἔρνος· ἀλλ’ ἴτω Μάρων·
 
πρασσέτω·
 
μαινομένου ’ξελέτω βλέφαρον Κύ-
 
κλωπος, ὡς πίῃ κακῶς.
 
κἀγὼ
 
τὸν φιλοκισσοφόρον Βρόμιον πο- 620
 
θεινὸν εἰσιδεῖν θέλω,
 
Κύκλω-
 
πος λιπὼν ἐρημίαν·
 
ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;
Ὀδυσσεύς
σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
 
συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ, 625
 
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
 
ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος
 
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
Χορός
σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
Ὀδυσσεύς
ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν 630
 
ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
Χορός
οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
 
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
 
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
Χορός α
ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν 635
 
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
Χορός β
ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.
Χορός γ
ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας
 
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
Ὀδυσσεύς
ἑστῶτες ἐσπάσθητε; 640
Χορός δ
καὶ τά γ’ ὄμματα 640
 
μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
Ὀδυσσεύς
ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
Χορός
ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν
 
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
 
τυπτόμενος, αὕτη γίγνεται πονηρία; 645
 
ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
 
ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
 
στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Ὀδυσσεύς
πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
 
νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις 650
 
χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
 
ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
 
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
Χορός
δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
 
κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ. 655
 
ἰὼ ἰώ· γενναιότατ’ ὠ-
 
θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν
 
θηρὸς τοῦ ξενοδαίτα
 
τυφέτω, καιέτω
 
τὸν Αἴτνας μηλονόμον. 660
 
τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς
 
δράσῃ τι μάταιον.
Κύκλωψ
ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.
Χορός
καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.
Κύκλωψ
ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν. 665
 
ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας
 
χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
 
σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.
Χορός
τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;
Κύκλωψ
ἀπωλόμην.
Χορός
αἰσχρός γε φαίνῃ. 670
Κύκλωψ
κἀπὶ τοῖσδέ γ’ ἄθλιος. 670
Χορός
μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κύκλωψ
Οὖτίς μ’ ἀπώλεσ’.
Χορός
οὐκ ἄρ’ οὐδεὶς ἠδίκει.
Κύκλωψ
Οὖτίς με τυφλοῖ βλέφαρον.
Χορός
οὐκ ἄρ’ εἶ τυφλός.
Κύκλωψ
ὡς δὴ σύ—
Χορός
καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;
Κύκλωψ
σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν; 675
Χορός
οὐδαμοῦ, Κύκλωψ. 675
Κύκλωψ
ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,
 
ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορός
δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
Κύκλωψ
πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;
Χορός
οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα 680
 
λαβόντες ἑστήκασι.
Κύκλωψ
ποτέρας τῆς χερός;
Χορός
ἐν δεξιᾷ σου.
Κύκλωψ
ποῦ;
Χορός
πρὸς αὐτῇ τῇ πέτρᾳ.
 
ἔχεις;
Κύκλωψ
κακόν γε πρὸς κακῷ· τὸ κρανίον
 
παίσας κατέαγα.
Χορός
καί σε διαφεύγουσί γε.
Κύκλωψ
οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας; 685
Χορός
οὔ· ταύτῃ λέγω. 685
Κύκλωψ
πῇ γάρ;
Χορός
περιάγου, κεῖσε, πρὸς τἀριστερά.
Κύκλωψ
οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.
Χορός
ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
Κύκλωψ
ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;
Ὀδυσσεύς
τηλοῦ σέθεν
 
φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε. 690
Κύκλωψ
πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
Ὀδυσσεύς
ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.
 
δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
 
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην
 
εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην. 695
Κύκλωψ
αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.
 
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη
 
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
 
δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,
 
πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον. 700
Ὀδυσσεύς
κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.
 
ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
 
ἥσω ’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.
Κύκλωψ
οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας
 
αὐτοῖσι συνναύταισι συντρίψω βαλών. 705
 
ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
 
δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.
Χορός
ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως
 
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.
← Önceki 8 / 8

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi