Thesauros Edebiyat Tragedya Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Eksodos

Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
 
τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι. 520
Κύκλωψ
ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;
Ὀδυσσεύς
μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κύκλωψ
ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Ὀδυσσεύς
τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
Κύκλωψ
θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων; 525
Ὀδυσσεύς
ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
Κύκλωψ
οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.
Ὀδυσσεύς
τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;
Κύκλωψ
μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Ὀδυσσεύς
μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ. 530
Κύκλωψ
οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Ὀδυσσεύς
ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κύκλωψ
διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Ὀδυσσεύς
πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κύκλωψ
μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου. 535
Ὀδυσσεύς
ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κύκλωψ
ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Ὀδυσσεύς
ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.
Κύκλωψ
τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;
Σιληνός
δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ; 540
Κύκλωψ
καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .
Σιληνός
καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
 
κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
Κύκλωψ
ἰδού.
 
τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης; 545
Σιληνός
ὡς μὴ παριών τις καταβάλῃ.
Κύκλωψ
πίνειν μὲν οὖν
 
κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
 
σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.
Ὀδυσσεύς
Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;
Κύκλωψ
πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι. 550
Σιληνός
καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κύκλωψ
οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνός
οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.
Κύκλωψ
κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.
Σιληνός
ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ. 555
Κύκλωψ
ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.
Σιληνός
πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
Κύκλωψ
ἀπολεῖς· δὸς οὕτως.
Σιληνός
ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε
 
στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . .
Κύκλωψ
ὦ οἰνοχόος ἄδικος. 560
Σιληνός
οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς. 560
 
ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.
Κύκλωψ
ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
Σιληνός
θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε,
 
ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ.
Κύκλωψ
ἆ ἆ, τί δράσεις; 565
Σιληνός
ἡδέως ἠμύστισα. 565
Κύκλωψ
λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.
Ὀδυσσεύς
γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί.
Κύκλωψ
φέρ’ ἔγχεόν νυν.
Ὀδυσσεύς
ἐγχέω, σίγα μόνον.
Κύκλωψ
χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν.
Ὀδυσσεύς
ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς. 570
 
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.
Κύκλωψ
παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
Ὀδυσσεύς
κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
 
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
 
ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος. 575
Κύκλωψ
ἰοὺ ἰού,
 
ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.
 
ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖ
 
τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
 
λεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας. 580
 
—οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.—
 
ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι.
 
κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πως
 
τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.
Σιληνός
ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ; 585
Κύκλωψ
ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου.
Σιληνός
ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.
Κύκλωψ
μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
Σιληνός
οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
Ὀδυσσεύς
ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα, 590
 
ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος
 
τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
 
δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν
 
παρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦν
 
Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ. 595
Χορός
πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
 
χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν
 
ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ.
Ὀδυσσεύς
Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
 
λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ, 600
 
σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,
 
ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
 
καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις
 
αὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέα
 
ὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει. 605
 
ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών,
 
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi