Thesauros Edebiyat Tragedya Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Stasimon 2

[Choral]
ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
Χορός
ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
 
Κύκλωπος ἔσω βλεφάρων ὤσας 485
 
λαμπρὰν ὄψιν διακναίσει;
 
σίγα σίγα. καὶ δὴ μεθύων
 
ἄχαριν κέλαδον μουσιζόμενος
 
σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος 490
 
χωρεῖ πετρίνων ἔξω μελάθρων
 
φέρε νιν κώμοις παιδεύσωμεν
 
τὸν ἀπαίδευτον·
 
πάντως μέλλει τυφλὸς εἶναι.
[Choral 1]
μάκαρ ὅστις εὐιάζει 495
 
βοτρύων φίλαισι πηγαῖς
 
ἐπὶ κῶμον ἐκπετασθείς,
 
φίλον ἄνδρ’ ὑπαγκαλίζων
 
ἐπὶ δεμνίοις τε ξανθὸν
 
χλιδανῆς ἔχων ἑταίρας 500
 
μυρόχριστος λιπαρὸν βό-
 
στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
[Choral 2]
παπαπᾶ· πλέως μὲν οἴνου,
Κύκλωψ
γάνυμαι δὲ δαιτὸς ἥβῃ,
 
σκάφος ὁλκὰς ὣς γεμισθεὶς 505
 
ποτὶ σέλμα γαστρὸς ἄκρας.
 
ὑπάγει μ’ ὁ χόρτος εὔφρων
 
ἐπὶ κῶμον ἦρος ὥραις
 
ἐπὶ Κύκλωπας ἀδελφούς.
 
φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι. 510
[Choral 3]
καλὸν ὄμμασιν δεδορκὼς
Χορός
Καλὸς ἐκπερᾷ μελάθρων.
 
—παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–-
 
λύχνα δ’ ἀμμένον δαΐα σὸν
 
χρόα χὡς τέρεινα νύμφα 515
 
δροσερῶν ἔσωθεν ἄντρων.
 
στεφάνων δ’ οὐ μία χροιὰ
 
περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi