Thesauros Edebiyat Tragedya Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Parodos

[Choral]
παῖ γενναίων μὲν πατέρων
Χορός
γενναίων τ’ ἐκ τοκάδων,
 
πᾷ δή μοι νίσῃ σκοπέλους;
 
οὐ τᾷδ’ ὑπήνεμος αὔρα
 
καὶ ποιηρὰ βοτάνα; 45
 
δινᾶέν θ’ ὕδωρ ποταμῶν
 
ἐν πίστραις κεῖται πέλας ἄν-
 
τρων; οὔ σοι βλαχαὶ τεκέων;
 
—ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
 
κλιτὺν δροσεράν; 50
 
ὠή, ῥίψω πέτρον τάχα σου
 
—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
 
μηλοβότα στασιωρὸν
 
Κύκλωπος ἀγροβάτα.
 
σπαργῶντας μαστοὺς χάλασον· 55
 
δέξαι θηλαῖσι σπορὰς
 
ἃς λείπεις ἀρνῶν θαλάμοις.
 
ποθοῦσί σ’ ἁμερόκοιτοι
 
βλαχαὶ σμικρῶν τεκέων.
 
εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς 60
 
ποιηροὺς λείπουσα νομοὺς
 
Αἰτναίων εἴσω σκοπέλων;
 
—νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
 
κλιτὺν δροσεράν;
 
ὠή, ῥίψω πέτρον τάχα σου
 
—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
 
μηλοβότα στασιωρὸν
 
Κύκλωπος ἀγροβάτα.
 
οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
 
Βάκχαι τε θυρσοφόροι,
 
οὐ τυμπάνων ἀλαλαγμοὶ 65
 
κρήναις παρ’ ὑδροχύτοις,
 
οὐκ οἴνου χλωραὶ σταγόνες·
 
οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν
 
ἴακχον ἴακχον ᾠδὰν
 
μέλπω πρὸς τὰν Ἀφροδίταν, 70
 
ἃν θηρεύων πετόμαν
 
Βάκχαις σὺν λευκόποσιν
 
ὦ φίλος·
 
ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;
 
ποῖ ξανθὰν χαίταν σείεις; 75
 
ἐγὼ δ’ ὁ σὸς πρόπολος
 
θητεύω Κύκλωπι
 
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
 
σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ 80
 
σᾶς χωρὶς φιλίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi