Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 4

[Episode]
— ἔα ἔα· 675
Χορός
βάλε βάλε βάλε βάλε.
 
θένε θένε.
 
— τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ.
 
— κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.
 
— δεῦρο δεῦρο πᾶς. 680
 
— τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.
 
— τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
Ὀδυσσεύς
οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.
Χορός
οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Ὀδυσσεύς
ἵστω. θάρσει. 685
Χορός
πέλας ἴθι. παῖε πᾶς. 685
Ὀδυσσεύς
ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
Χορός
ἀλλὰ τὸν κτενοῦντα σὲ
Ὀδυσσεύς
ἴσχε πᾶς τις.
Χορός
οὐ μὲν οὖν.
Ὀδυσσεύς
ἆ· φίλιον ἄνδρα μὴ θένῃς.
Χορός
καὶ τί δὴ τὸ σῆμα;
Ὀδυσσεύς
Φοῖβος.
Χορός
ἔμαθον· ἴσχε πᾶς δόρυ.
 
οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες;
Ὀδυσσεύς
τῇδέ πῃ κατείδομεν.
Χορός
ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον; 690
 
ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
[Choral 1]
—τίς ἀνδρῶν ὁ βάς;
Χορός
τίς ὁ μέγα θρασὺς ἐπεύξεται
 
χέρα φυγὼν ἐμάν;
 
πόθεν νιν κυρήσω; 695
 
τίνι προσεικάσω,
 
ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ
 
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
 
Θεσσαλὸς ἢ
 
παραλίαν Λοκρῶν νεμόμενος πόλιν; 700
 
ἢ νησιώτην σποράδα κέκτηται βίον;
 
τίς ἦν; πόθεν; ποίας πάτρας;
 
ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;
 
— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
 
εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν; 705
 
— δοκεῖς γάρ; — τί μὴν οὔ;
 
— θρασὺς γοῦν ἐς ἡμᾶς.
 
— τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; — Ὀδυσσῆ.
 
— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
 
ἔβα καὶ πάρος 710
 
κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων,
 
ῥακοδύτῳ στολᾷ
 
πυκασθείς, ξιφήρης
 
κρύφιος ἐν πέπλοις.
 
βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις, 715
 
ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
 
πολλὰ δὲ τὰν
 
βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς
 
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
 
ὄλοιτʼ ὄλοιτο πανδίκως, 720
 
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
 
— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·
 
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
 
— τί λάσκων; — δυσοίζων.
 
— τί δρᾶσαι; τί ταρβεῖς; 725
 
— καθʼ ἡμᾶς περᾶσαι — τίνʼ ἀνδρῶν;
 
— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi