Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 2

[Choral 1]
Ἀδράστεια μὲν ἁ Διὸς
Χορός
παῖς εἴργοι στομάτων φθόνον·
 
φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
 
προσφιλές ἐστιν εἰπεῖν. 345
 
ἥκεις, ὦ ποταμοῦ παῖ,
 
ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
 
ἀσπαστός, ἐπεί σε χρόνῳ
 
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
 
ρος ποταμὸς πορεύει 350
 
Στρυμών, ὅς ποτε τᾶς μελῳ-
 
δοῦ Μούσας διʼ ἀκηράτων
 
δινηθεὶς ὑδροειδὴς κόλπων
 
σὰν ἐφύτευσεν ἥβαν.
 
σύ μοι Ζεὺς ὁ φαναῖος 355
 
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
 
νῦν, ὦ πατρὶς ὦ Φρυγία,
 
ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
 
Ζῆνα πάρεστιν εἰπεῖν.
[Choral 2]
ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα 360
Χορός
τοὺς προπότας παναμερεύ-
← Önceki bölüm Stasimon 2 · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi