Stasimon 1
[Episode]
αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν
Δόλων
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι,
ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
Χορός
μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν·
195
μακάριός γε μὴν κυρήσας ἔσῃ.
μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται.
200
Δόλων
στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος
σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,
κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
Χορός
ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
Δόλων
πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.
205
Χορός
σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
Δόλων
λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν
καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ,
βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
210