Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Prologos

Ἕκτωρ
ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
 
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
 
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
 
μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία. 55
 
ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας
 
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
 
σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.
 
εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
 
λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ, 60
 
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
 
κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
 
κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
 
ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ·
 
ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες 65
 
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
 
κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.
 
οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
 
βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
 
ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ 70
 
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,
 
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
 
νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
 
οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι
 
Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν. 75
Χορός
Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
 
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
Ἕκτωρ
τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;
Χορός
οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί.
Ἕκτωρ
πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε. 80
Χορός
οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
Ἕκτωρ
οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.
Χορός
σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.
Ἕκτωρ
ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
Χορός
καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς 85
 
στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.
Αἰνείας
Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
 
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
 
νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;
Ἕκτωρ
Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν. 90
Αἰνείας
τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
 
δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;
Ἕκτωρ
φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
Αἰνείας
τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
Ἕκτωρ
αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός· 95
 
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
 
ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶν
 
φυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός.
Αἰνείας
σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας;
Ἕκτωρ
φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν 100
 
λόγχῃ καθέξω κἀπικείσομαι βαρύς·
 
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
 
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
 
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
Αἰνείας
εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί. 105
 
ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶν
 
πέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας,
 
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
 
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
 
φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν 110
 
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
 
καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
 
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
 
φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
 
νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν· 115
 
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
 
πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται,
 
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
 
νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως,
 
ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα, 120
 
οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
 
αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
 
ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας
 
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
 
κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ, 125
 
πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
 
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·
 
εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία,
 
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
 
βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ. 130

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi