Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode]
τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
Χορός
τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
 
φοράδην πέμπει;
 
ταρβῶ, λεύσσων τόδε, πῆμα.
Μοῦσα
ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς 890
 
τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
 
πάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλον
 
θανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳ
 
δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
[Episode 1]
ἰαλέμῳ αὐθιγενεῖ, 895
Μοῦσα
τέκνον, σʼ ὀλοφύρομαι, ὦ
 
ματρὸς ἄλγος, οἵαν
 
ἔκελσας ὁδὸν ποτὶ Τροίαν·
 
ἦ δυσδαίμονα καὶ μελέαν,
 
ἀπομεμφομένας ἐμοῦ πορευθείς, 900
 
ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως.
 
ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
 
φιλία κεφαλά, τέκνον, ὤμοι.
Χορός
ὅσον προσήκει μὴ γένους κοινωνίαν
 
ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον. 905
← Önceki Stasimon 5 · 9 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi