Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode]
ἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς
Ἡνίοχος
ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο
 
κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
 
πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.
 
κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου 770
 
πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
 
ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
 
λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸν
 
πυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ,
 
ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν· 775
 
ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,
 
κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
 
οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα.
 
ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
 
καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται· 780
 
ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
 
Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,
 
λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·
 
θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα
 
ἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδων 785
← Önceki Stasimon 5 · 3 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi