Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode 1]
κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
Μοῦσα
καὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸς
 
δίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέρα
 
Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
 
ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο, 930
 
Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.
 
καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
 
ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·
 
Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
 
εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος 935
 
πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι
 
ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.
 
καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου,
 
— οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκος
 
ἔδρασε δράσας — μὴ δόκει λεληθέναι. 940
 
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
 
Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
 
μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
 
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
 
τοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸν 945
← Önceki Stasimon 5 · 11 / 14 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi