Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Parodos

[Choral]
— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
Χορός
τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
 
ἢ τευχοφόρων;
 
— δέξαιτο νέων κληδόνα μύθων,
 
οἳ τετράμοιρον νυκτὸς φυλακὴν 5
 
πάσης στρατιᾶς προκάθηνται.
 
— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
 
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
 
λεῖπε χαμεύνας φυλλοστρώτους,
 
Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι. 10
Ἕκτωρ
τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
 
τί τὸ σῆμα; θρόει·
 
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
 
κοίτας πλάθουσʼ; ἐνέπειν χρή.
Χορός
φύλακες στρατιᾶς. 15
Ἕκτωρ
τί φέρῃ θορύβῳ; 15
Χορός
θάρσει.
Ἕκτωρ
θαρσῶ.
 
μῶν τις λόχος ἐκ νυκτῶν;
 
οὐκ ἔστι.
 
τί σὺ γὰρ
 
φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
 
εἰ μή τινʼ ἔχων νυκτηγορίαν;
 
οὐκ οἶσθα δορὸς πέλας Ἀργείου 20
 
νυχίαν ἡμᾶς
 
κοίταν πανόπλους κατέχοντας;
[Choral 1]
— ὁπλίζου χέρα· συμμάχων,
Χορός
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
 
ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον. 25
 
— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
 
ἁρμόσατε ψαλίοις ἵππους.
 
— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,
 
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
 
— ποῦ σφαγίων ἔφοροι; 30
 
— ποῦ δὲ γυμνήτων μόναρχοι
 
τοξοφόροι τε Φρυγῶν;
 
— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
[Choral]
τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
Ἕκτωρ
τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς. 35
 
ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ
 
μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼν
 
κινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶ
 
νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
 
οὐδὲν τρανῶς ἀπέδειξας. 40
[Choral 1]
— πύρʼ αἴθει στρατὸς Ἀργόλας,
Χορός
Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
 
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
 
πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
 
ἐννύχιος θορύβῳ σκηνάν, 45
 
νέαν τινʼ ἐφιέμενοι
 
βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
 
ναυσιπόρος στρατιά.
 
σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
 
ἤλυθον ἄγγελος, ὡς 50
 
μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
1 / 11 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi