Prologos
Ἀγαμέμνων
Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος,
50
Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος
ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον.
τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
55
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε·
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων
σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε·
60
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα.
65
ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —
δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν,
70
Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς
κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει,
Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας
75
Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν
Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί,
80
τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα
ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ
ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι.
κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν
εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ
85
ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε.
ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ
ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα.
Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις
ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ
90
Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον,
καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε.
κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι
Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν,
95
ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον
ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην,
100
τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων,
εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·
πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν,
ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον.
105
μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε
Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς
ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν
ἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰν
λύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον.
110
ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼν
πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,
λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα·
πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ.