Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 4

Κλυταιμήστρα
παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά;
 
ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
 
μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει; 1195
 
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν·
 
Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
 
κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών.
 
ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον
 
σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν, 1200
 
ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
 
οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν
 
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
 
ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα
 
Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται. 1205
 
τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω·
 
εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς
 
τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.
Χορός
πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
 
Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν. 1210
Ἰφιγένεια
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
 
πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας,
← Önceki Epeisodion 4 · 6 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi