Epeisodion 4
Κλυταιμήστρα
ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή,
1100
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται.
μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος
Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται.
1105
Ἀγαμέμνων
Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων
ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
Κλυταιμήστρα
τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
Ἀγαμέμνων
ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·
1110
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.
Κλυταιμήστρα
τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σου
1115
οὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν.
χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς