Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 3

[Choral 1]
Νηρῄδων ἔθεσαν πρώτας
Χορός
Πηλέως θʼ ὑμεναίους.
[Choral]
—σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμαν 1080
Χορός
πλόκαμον Ἀργεῖοι, βαλιὰν
 
ὥστε πετραίων ἀπʼ ἄντρων
 
ἐλθοῦσαν ὀρέων
 
μόσχον ἀκήρατον, βρότειον
 
αἱμάσσοντες λαιμόν·
 
οὐ σύριγγι τραφεῖσαν οὐδʼ 1085
 
ἐν ῥοιβδήσεσι βουκόλων,
 
παρὰ δὲ ματέρι νυμφοκόμον
 
Ἰναχίδαις γάμον.
 
ποῦ τὸ τᾶς Αἰδοῦς
 
ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει 1090
 
σθένειν τι πρόσωπον,
 
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
 
δύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι-
 
σθεν θνατοῖς ἀμελεῖται,
 
Ἀνομία δὲ νόμων κρατεῖ, 1095
 
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
← Önceki Stasimon 3 · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi