Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 3

[Choral 1]
Νηρέως ἐχόρευσαν.
Χορός
ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ
 
θίασος ἔμολεν ἱπποβάτας
 
Κενταύρων ἐπὶ δαῖτα τὰν 1060
 
θεῶν κρατῆρά τε Βάκχου.
 
μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα,
 
παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
 
μάντις ὁ φοιβάδα μοῦσαν
 
εἰδὼς γεννάσειν 1065
 
Χείρων ἐξονόμαζεν,
 
ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
 
ἀσπισταῖς Πριάμοιο κλεινὰν
 
γαῖαν ἐκπυρώσων, 1070
 
περὶ σώματι χρυσέων
 
ὅπλων Ἡφαιστοπόνων
 
κεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς
 
ματρὸς δωρήματʼ ἔχων
 
Θέτιδος, ἅ νιν ἔτικτεν. 1075
 
μακάριον τότε δαίμονες
 
τᾶς εὐπάτριδος γάμον
← Önceki Stasimon 3 · 2 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi