Epeisodion 3
Ἀχιλλεύς
ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ
γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;
Κλυταιμήστρα
οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος
προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν.
Ἀχιλλεύς
τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,
825
γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
Κλυταιμήστρα
Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.
Ἀχιλλεύς
καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
830
Κλυταιμήστρα
μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ
σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.
Ἀχιλλεύς
τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν
Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
Κλυταιμήστρα
θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
835
παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.
Ἀχιλλεύς
ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι·
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;
Κλυταιμήστρα
πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.
840