Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 2

[Episode]
ἰὼ ἰώ· μεγάλαι μεγάλων 590
Χορός ανδρων Αργειων
εὐδαιμονίαι· τὴν τοῦ βασιλέως
 
ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,
 
τὴν Τυνδάρεω τε Κλυταιμήστραν·
 
ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ
 
ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας. 595
 
θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι
 
τοῖς οὐκ εὐδαίμοσι θνητῶν.
Χορός
στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,
 
τὴν βασίλειαν δεξώμεθʼ ὄχων
 
ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν, 600
 
ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,
 
μὴ ταρβήσῃ νεωστί μοι μολὸν
 
κλεινὸν τέκνον Ἀγαμέμνονος,
 
μηδὲ θόρυβον μηδʼ ἔκπληξιν
 
ταῖς Ἀργείαις 605
 
ξεῖναι ξείναις παρέχωμεν.
Κλυταιμήστρα
ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,
 
τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·
 
ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις
 
πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων 610
 
ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,
 
καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.
 
σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
 
ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.
 
ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι 615
 
δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.
 
κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
 
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
 
αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·
 
φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν· 620
 
καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
 
λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.
 
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
 
ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς·
 
ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν 625
 
λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
 
ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·
 
πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με
 
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
 
καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον. 630
Ἰφιγένεια
ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·
 
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
Κλυταιμήστρα
ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
 
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
Ἰφιγένεια
ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ, 635
 
ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·
 
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.
Κλυταιμήστρα
ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ
 
μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.
Ἰφιγένεια
ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ. 640
Ἀγαμέμνων
καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
Ἰφιγένεια
χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.
Ἀγαμέμνων
οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
Ἰφιγένεια
ἔα·
 
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.
Ἀγαμέμνων
πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει. 645
Ἰφιγένεια
παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.
Ἀγαμέμνων
ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
Ἰφιγένεια
μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.
Ἀγαμέμνων
ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.
Ἰφιγένεια
κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν; 650
Ἀγαμέμνων
μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.
Ἰφιγένεια
οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.
Ἀγαμέμνων
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.
Ἰφιγένεια
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.
Ἀγαμέμνων
παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα. 655
Ἰφιγένεια
μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.
Ἀγαμέμνων
θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.
Ἰφιγένεια
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
Ἀγαμέμνων
ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.
Ἰφιγένεια
ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς. 660
Ἀγαμέμνων
καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
Ἰφιγένεια
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
Ἀγαμέμνων
οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.
Ἰφιγένεια
μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.
Ἀγαμέμνων
εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. 665
Ἰφιγένεια
φεῦ·
 
εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.
Ἀγαμέμνων
ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.
Ἰφιγένεια
σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;
Ἀγαμέμνων
μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.
Ἰφιγένεια
οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ; 670
Ἀγαμέμνων
ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.
Ἰφιγένεια
σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
Ἀγαμέμνων
θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.
Ἰφιγένεια
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.
Ἀγαμέμνων
εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας. 675
Ἰφιγένεια
στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;
Ἀγαμέμνων
ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν.
 
χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις
 
πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,
 
μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. 680
 
ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,
 
ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις
 
Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ
 
νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.
 
ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, 685
 
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
 
μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.
 
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως
 
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
 
παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. 690
Κλυταιμήστρα
οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
 
καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν,
 
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·
 
ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
 
τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας, 695
 
γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.
Ἀγαμέμνων
Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός.
Κλυταιμήστρα
ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;
Ἀγαμέμνων
Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον.
Κλυταιμήστρα
τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα; 700
Ἀγαμέμνων
Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.
Κλυταιμήστρα
θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;
Ἀγαμέμνων
Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος.
Κλυταιμήστρα
γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον;
Ἀγαμέμνων
Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα. 705
Κλυταιμήστρα
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
Ἀγαμέμνων
ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.
Κλυταιμήστρα
Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
Ἀγαμέμνων
Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμήστρα
φεῦ· 710
 
σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. 710
Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ. 715
Κλυταιμήστρα
ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον; 720
Ἀγαμέμνων
θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
Ἀγαμέμνων
οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι. 725
Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—
Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν; 730
Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
Κλυταιμήστρα
οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.
Ἀγαμέμνων
οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ. 735
Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.
Ἀγαμέμνων
καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
Κλυταιμήστρα
ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
Ἀγαμέμνων
πιθοῦ.
Κλυταιμήστρα
μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. 730
 
ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ, 740
 
ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.
Ἀγαμέμνων
οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,
 
ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.
 
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
 
τέχνας πορίζω, πανταχῇ νικώμενος. 745
 
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
 
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,
 
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
 
χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
 
γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν. 750
[Choral 1]
ἥξει δὴ Σιμόεντα καὶ
Χορός
δίνας ἀργυροειδεῖς
 
ἄγυρις Ἑλλάνων στρατιᾶς
 
ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις
 
Ἴλιον ἐς τὸ Τροίας 755
 
Φοιβήιον δάπεδον,
 
τὰν Κασάνδραν ἵνʼ ἀκούω
 
ῥίπτειν ξανθοὺς πλοκάμους
 
χλωροκόμῳ στεφάνῳ δάφνας
 
κοσμηθεῖσαν, ὅταν θεοῦ 760
 
μαντόσυνοι πνεύσωσʼ ἀνάγκαι.
 
στάσονται δʼ ἐπὶ περγάμων
 
Τροίας ἀμφί τε τείχη
 
Τρῶες, ὅταν χάλκασπις Ἄρης
 
πόντιος εὐπρῴροιο πλάτας 765
 
εἰρεσίᾳ πελάζῃ
 
Σιμουντίοις ὀχετοῖς,
 
τὰν τῶν ἐν αἰθέρι δισσῶν
 
Διοσκούρων Ἑλέναν
 
ἐκ Πριάμου κομίσαι θέλων 770
 
ἐς γᾶν Ἑλλάδα δοριπόνοις
 
ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.
[Choral]
Πέργαμον δὲ Φρυγῶν πόλιν
Χορός
λαΐνους περὶ πύργους
 
κυκλώσας Ἄρει φονίῳ, 775
 
λαιμοτόμου κεφαλᾶς
 
σπάσας Πάριν Ἀτρεΐδας,
 
πέρσας κατάκρας πόλιν,
 
θήσει κόρας πολυκλαύτους
 
δάμαρτά τε Πριάμου. 780
 
ἁ δὲ Διὸς Ἑλένα κόρα
 
πολύκλαυτος ἑδεῖται
 
πόσιν προλιποῦσα.
 
μήτʼ ἐμοὶ
 
μήτʼ ἐμοῖσι τέκνων τέκνοις
 
ἐλπὶς ἅδε ποτʼ ἔλθοι, 785
 
οἵαν αἱ πολύχρυσοι
 
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
 
στήσουσι παρʼ ἱστοῖς
 
μυθεῦσαι τάδʼ ἐς ἀλλήλας·
 
Τίς ἄρα μʼ εὐπλοκάμου κόμας 790
 
ῥῦμα δακρυόεν τανύσας
 
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
 
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
 
εἰ δὴ φάτις ἔτυμος ὡς
 
ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ 795
 
Διὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼ
 
ἐν δέλτοις Πιερίσιν
 
μῦθοι τάδʼ ἐς ἀνθρώπους
 
ἤνεγκαν παρὰ καιρὸν ἄλλως. 800

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi