Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 1

[Choral 1]
—μάκαρες οἳ μετρίας θεοῦ
Χορός
μετά τε σωφροσύνας μετέ-
 
σχον λέκτρων Ἀφροδίτας, 545
 
γαλανείᾳ χρησάμενοι
 
μανιάδων οἴστρων, ὅθι δὴ
 
δίδυμʼ Ἔρως ὁ χρυσοκόμας
 
τόξʼ ἐντείνεται χαρίτων,
 
τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ, 550
 
τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.
 
ἀπενέπω νιν ἁμετέρων,
 
Κύπρι καλλίστα, θαλάμων.
 
εἴη δέ μοι μετρία μὲν
 
χάρις, πόθοι δʼ ὅσιοι, 555
 
καὶ μετέχοιμι τᾶς Ἀφροδί-
 
τας, πολλὰν δʼ ἀποθείμαν.
 
—διάφοροι δὲ φύσεις βροτῶν,
 
διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ-
 
θῶς ἐσθλὸν σαφὲς αἰεί· 560
 
τροφαί θʼ αἱ παιδευόμεναι
 
μέγα φέρουσʼ ἐς τὰν ἀρετάν·
 
τό τε γὰρ αἰδεῖσθαι σοφία,
 
τάν τʼ ἐξαλλάσσουσαν ἔχει
 
χάριν ὑπὸ γνώμας ἐσορᾶν 565
 
τὸ δέον, ἔνθα δόξα φέρει
 
κλέος ἀγήρατον βιοτᾷ.
 
μέγα τι θηρεύειν ἀρετάν,
 
γυναιξὶ μὲν κατὰ Κύπριν
 
κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ 570
 
κόσμος ἐνὼν ὁ μυριοπλη-
 
θὴς μείζω πόλιν αὔξει.
[Choral]
—ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε
Χορός
βουκόλος ἀργενναῖς ἐτράφης
 
Ἰδαίαις παρὰ μόσχοις, 575
 
βάρβαρα συρίζων, Φρυγίων
 
αὐλῶν Ὀλύμπου καλάμοις
 
μιμήματα πνείων.
 
εὔθηλοι δὲ τρέφοντο βόες,
 
ὅτε σε κρίσις ἔμηνε θεᾶν, 580
 
ἅ σʼ Ἑλλάδα πέμπει·
 
ἐλεφαντοδέτων πάροι-
 
θεν δόμων δὲ στὰς Ἑλένας
 
ἐν ἀντωποῖς βλεφάροισιν
 
ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ 585
 
αὐτὸς ἐπτοάθης.
 
ὅθεν ἔρις ἔριν
 
Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει
 
ἐς Τροίας πέργαμα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi