Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

[Episode]
εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;
Ἀγαμέμνων
τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;
 
οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς
 
ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;
 
οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις 385
 
εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς
 
καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
 
εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
 
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
 
ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. 390
 
ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες
 
φιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός,
 
κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —
 
οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν.
 
οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναι
 
τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. 395
 
τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ
 
παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
 
ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,
 
ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
← Önceki Epeisodion 1 · 5 / 13 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi