Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

[Episode]
οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές.
Ἀγαμέμνων
τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν. 520
Μενέλαος
κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.
Ἀγαμέμνων
ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται;
Μενέλαος
ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον;
Ἀγαμέμνων
τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε.
Μενέλαος
οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ. 525
Ἀγαμέμνων
ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα.
Μενέλαος
φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
Ἀγαμέμνων
οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις
 
λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο,
 
κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην, 530
 
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
 
σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην
 
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
 
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
 
συναρπάσουσι καὶ κατασκάψουσι γῆν. 535
 
τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ,
 
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
 
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
← Önceki Epeisodion 1 · 12 / 13 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi