Epeisodion 1
[Episode]
μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
Μενέλαος
ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
500
εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.
Χορός
γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.
505
Ἀγαμέμνων
αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως.
ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα
τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
510
ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
Μενέλαος
πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
Ἀγαμέμνων
ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
Μενέλαος
οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν.
515
Ἀγαμέμνων
λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν.
Μενέλαος
τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
Ἀγαμέμνων
Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ.