Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Parodos

[Episode]
Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν
Ἀγαμέμνων
στεῖχε.
Πρεσβύτης
στείχω. τί δὲ καινουργεῖς,
 
Ἀγάμεμνον ἄναξ;
Ἀγαμέμνων
σπεύσεις;
Πρεσβύτης
σπεύδω.
 
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
 
καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. 5
Ἀγαμέμνων
τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει;
Πρεσβύτης
Σείριος ἐγγὺς τῆς ἑπταπόρου
 
Πλειάδος ᾄσσων ἔτι μεσσήρης.
Ἀγαμέμνων
οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων
 
οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων 10
 
τόνδε κατʼ Εὔριπον ἔχουσιν.
Πρεσβύτης
τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
 
Ἀγάμεμνον ἄναξ;
 
ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν
 
καὶ ἀκίνητοι φυλακαὶ τειχέων. 15
 
στείχωμεν ἔσω.
Ἀγαμέμνων
ζηλῶ σέ, γέρον,
 
ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον
 
βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής·
 
τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.
Πρεσβύτης
καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. 20
Ἀγαμέμνων
τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν,
 
καὶ τὸ πρότιμον
 
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
 
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ
 
ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων 25
 
γνῶμαι πολλαὶ
 
καὶ δυσάρεστοι διέκναισαν.
Πρεσβύτης
οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως.
 
οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,
 
Ἀγάμεμνον, Ἀτρεύς. 30
 
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
 
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
 
τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται.
 
σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
 
δέλτον τε γράφεις 35
 
τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
 
καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
 
καὶ σφραγίζεις λύεις τʼ ὀπίσω
 
ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν
 
κατὰ δάκρυ χέων, 40
 
καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
 
μὴ οὐ μαίνεσθαι.
 
τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
 
φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
 
πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις· 45
 
σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως
 
πέμπει φερνὴν
 
συννυμφοκόμον τε δίκαιον.
Ἀγαμέμνων
πέμπω σοι πρὸς ταῖς πρόσθεν 115
 
δέλτους, ὦ Λήδας ἔρνος—
Πρεσβύτης
λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ
 
σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.
Ἀγαμέμνων
μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
 
τὰν κολπώδη πτέρυγʼ Εὐβοίας 120
 
Αὖλιν ἀκλύσταν.
 
εἰς ἄλλας ὥρας γὰρ δὴ
 
παιδὸς δαίσομεν ὑμεναίους.
Πρεσβύτης
καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
 
οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ 125
 
σοὶ σῇ τʼ ἀλόχῳ;
 
τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς.
Ἀγαμέμνων
ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
 
οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν,
 
οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα 130
 
νυμφείους εἰς ἀγκώνων
 
εὐνὰς ἐκδώσειν λέκτροις.
Πρεσβύτης
δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
 
ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον
 
φατίσας ἦγες σφάγιον Δαναοῖς. 135
Ἀγαμέμνων
οἴμοι, γνώμας ἐξέσταν,
 
αἰαῖ, πίπτω δʼ εἰς ἄταν.
 
ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ
 
μηδὲν ὑπείκων. 140
Πρεσβύτης
σπεύδω, βασιλεῦ. 140
Ἀγαμέμνων
μή νυν μήτʼ ἀλσώδεις ἵζου
 
κρήνας μήθʼ ὕπνῳ θελχθῇς.
Πρεσβύτης
εὔφημα θρόει.
Ἀγαμέμνων
πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
 
λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ 145
 
τροχαλοῖσιν ὄχοις παραμειψαμένη
 
παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη
 
Δαναῶν πρὸς ναῦς.
Πρεσβύτης
ἔσται τάδε.
Ἀγαμέμνων
κλῄθρων δʼ ἐξόρμοις
 
ἤν νιν πομπαῖς ἀντήσῃς, 150
 
πάλιν εἰσόρμα, σεῖε χαλινούς,
 
ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.
Πρεσβύτης
πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
 
λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ;
Ἀγαμέμνων
σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ 155
 
τήνδε κομίζεις. ἴθι. λευκαίνει
 
τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς
 
πῦρ τε τεθρίππων τῶν Ἀελίου·
 
σύλλαβε μόχθων. 160
 
θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς
 
οὐδʼ εὐδαίμων·
 
οὔπω γὰρ ἔφυ τις ἄλυπος.
[Choral 1]
—ἔμολον ἀμφὶ παρακτίαν
Χορός
ψάμαθον Αὐλίδος ἐναλίας, 165
 
Εὐρίπου διὰ χευμάτων
 
κέλσασα στενοπόρθμων,
 
Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ,
 
ἀγχιάλων ὑδάτων τροφὸν
 
τᾶς κλεινᾶς Ἀρεθούσας, 170
 
Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν
 
Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-
 
μιθέων, οὓς ἐπὶ Τροίαν
 
ἐλάταις χιλιόναυσιν
 
τὸν ξανθὸν Μενέλαόν θʼ 175
 
ἁμέτεροι πόσεις
 
ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν
 
στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ
 
Εὐρώτα δονακοτρόφου
 
Πάρις ὁ βουκόλος ἃν ἔλαβε 180
 
δῶρον τᾶς Ἀφροδίτας,
 
ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις
 
Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν
 
μορφᾶς ἁ Κύπρις ἔσχεν.
 
—πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- 185
 
τέμιδος ἤλυθον ὀρομένα,
 
φοινίσσουσα παρῇδʼ ἐμὰν
 
αἰσχύνᾳ νεοθαλεῖ,
 
ἀσπίδος ἔρυμα καὶ κλισίας
 
ὁπλοφόρους Δαναῶν θέλουσʼ 190
 
ἵππων τʼ ὄχλον ἰδέσθαι.
 
κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω,
 
τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν
 
Σαλαμῖνος στέφανον· Πρω-
 
τεσίλαόν τʼ ἐπὶ θάκοις 195
 
πεσσῶν ἡδομένους μορ-
 
φαῖσι πολυπλόκοις
 
Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει-
 
δᾶνος, Διομήδεά θʼ ἡδο-
 
ναῖς δίσκου κεχαρημένον, 200
 
παρὰ δὲ Μηριόνην, Ἄρεος
 
ὄζον, θαῦμα βροτοῖσιν,
 
τὸν ἀπὸ νησαίων τʼ ὀρέων
 
Λαέρτα τόκον, ἅμα δὲ Νι-
 
ρέα, κάλλιστον Ἀχαιῶν. 205
[Choral]
—τὸν ἰσάνεμόν τε ποδοῖν
Χορός
λαιψηροδρόμον Ἀχιλῆα,
 
τὸν ἁ Θέτις τέκε καὶ Χείρων
 
ἐξεπόνησεν, εἶδον
 
αἰγιαλοῖς παρά τε κροκάλαις 210
 
δρόμον ἔχοντα σὺν ὅπλοις·
 
ἅμιλλαν δʼ ἐπόνει ποδοῖν
 
πρὸς ἅρμα τέτρωρον
 
ἑλίσσων περὶ νίκας. 215
 
ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ,
 
Εὔμηλος Φερητιάδας,
 
ᾧ καλλίστους ἰδόμαν
 
χρυσοδαιδάλτους στομίοις
 
πώλους κέντρῳ θεινομένους, 220
 
τοὺς μὲν μέσους ζυγίους
 
λευκοστίκτῳ τριχὶ βαλιούς,
 
τοὺς δʼ ἔξω σειροφόρους
 
ἀντήρεις καμπαῖσι δρόμων,
 
πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰ 225
 
ποικιλοδέρμονας· οἷς παρεπάλλετο
 
Πηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ-
 
ριγγας ἁρματείους. 230
[Choral 2]
—ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθον
Χορός
καὶ θέαν ἀθέσφατον,
 
τὰν γυναικεῖον ὄψιν ὀμμάτων
 
ὡς πλήσαιμι, μέλινον ἁδονάν.
 
καὶ κέρας μὲν ἦν 235
 
δεξιὸν πλάτας ἔχων
 
Φθιώτας ὁ Μυρμιδὼν Ἄρης
 
πεντήκοντα ναυσὶ θουρίαις.
 
χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη-
 
ρῇδες ἕστασαν θεαί, 240
 
πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ.
 
—Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοι
 
νᾶες ἕστασαν πέλας·
 
ὧν ὁ Μηκιστέως στρατηλάτας
 
παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ, 245
 
Καπανέως τε παῖς
 
Σθένελος· Ἀτθίδας δʼ ἄγων
 
ἑξήκοντα ναῦς ὁ Θησέως
 
παῖς ἑξῆς ἐναυλόχει, θεὰν
 
Παλλάδʼ ἐν μωνύχοις ἔχων πτερω- 250
 
τοῖσιν ἅρμασιν θετόν,
 
εὔσημόν γε φάσμα ναυβάταις.
[Choral 3]
Βοιωτῶν δʼ ὅπλισμα πόντιον
Χορός
πεντήκοντα νῆας εἰδόμαν
 
σημείοισιν ἐστολισμένας· 255
 
τοῖς δὲ Κάδμος ἦν
 
χρύσεον δράκοντʼ ἔχων
 
ἀμφὶ ναῶν κόρυμβα·
 
Λήιτος δʼ ὁ γηγενὴς
 
ἆρχε ναΐου στρατοῦ· 260
 
Φωκίδος δʼ ἀπὸ χθονὸς
 
Λοκρᾶς τε τοῖσδʼ ἴσας ἄγων
 
ναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰν
 
Θρονιάδʼ ἐκλιπὼν πόλιν.
 
—Μυκήνας δὲ τᾶς Κυκλωπίας 265
 
παῖς Ἀτρέως ἔπεμπε ναυβάτας
 
ναῶν ἑκατὸν ἠθροϊσμένους·
 
σὺν δʼ Ἄδραστος ἦν
 
ταγός, ὡς φίλος φίλῳ,
 
τᾶς φυγούσας μέλαθρα 270
 
βαρβάρων χάριν γάμων
 
πρᾶξιν Ἑλλὰς ὡς λάβοι.
 
ἐκ Πύλου δὲ Νέστορος
 
Γερηνίου κατειδόμαν
 
πρύμνας σῆμα ταυρόπουν ὁρᾶν, 275
 
τὸν πάροικον Ἀλφεόν.
[Choral 4]
—Αἰνιάνων δὲ δωδεκάστολοι
Χορός
νᾶες ἦσαν, ὧν ἄναξ
 
Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας
 
Ἤλιδος δυνάστορες, 280
 
οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·
 
Εὔρυτος δʼ ἄνασσε τῶνδε,
 
λευκήρετμον δʼ Ἄρη
 
Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,
 
Φυλέως λόχευμα, 285
 
τὰς Ἐχίνας λιπὼν
 
νήσους ναυβάταις ἀπροσφόρους.
 
—Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος
 
δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε, 290
 
τῶν ἆσσον ὥρμει πλάταισιν
 
ἐσχάταισι συμπλέκων
 
δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς
 
ἄιον καὶ ναυβάταν
 
εἰδόμαν λεών· 295
 
ᾧ τις εἰ προσαρμόσει
 
βαρβάρους βάριδας,
 
νόστον οὐκ ἀποίσεται,
 
ἐνθάδʼ οἷον εἰδόμαν
 
νάιον πόρευμα, 300
 
τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου
 
μνήμην σῴζομαι στρατεύματος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi