Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Parodos

[Episode]
παιδὸς δαίσομεν ὑμεναίους.
Πρεσβύτης
καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
 
οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ 125
 
σοὶ σῇ τʼ ἀλόχῳ;
 
τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς.
Ἀγαμέμνων
ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
 
οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν,
 
οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα 130
 
νυμφείους εἰς ἀγκώνων
 
εὐνὰς ἐκδώσειν λέκτροις.
Πρεσβύτης
δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
 
ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον
 
φατίσας ἦγες σφάγιον Δαναοῖς. 135
Ἀγαμέμνων
οἴμοι, γνώμας ἐξέσταν,
 
αἰαῖ, πίπτω δʼ εἰς ἄταν.
 
ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ
 
μηδὲν ὑπείκων. 140
Πρεσβύτης
σπεύδω, βασιλεῦ. 140
Ἀγαμέμνων
μή νυν μήτʼ ἀλσώδεις ἵζου
 
κρήνας μήθʼ ὕπνῳ θελχθῇς.
← Önceki Parodos · 4 / 12 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi