Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 5

[Episode]
ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας; 1615
Κλυταιμήστρα
πῶς σε προσείπω; πῶς δʼ οὐ φῶ
 
παραμυθεῖσθαι τούσδε μάτην μύθους,
 
ὥς σου πένθους λυγροῦ παυσαίμαν;
Χορός
καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,
 
τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους. 1620
Ἀγαμέμνων
γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν·
 
ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.
 
χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ
 
στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.
 
καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματα 1625
 
Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.
Χορός
χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν,
 
χαίρων δʼ ἐπάνηκε,
 
κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.
← Önceki Stasimon 5 · 8 / 8

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi