Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 5

[Episode]
σφαγεῖσαν. εὔδροσοι παγαὶ
Χορός
πατρῷαι μένουσι χέρνιβές τέ σε
 
στρατός τʼ Ἀχαιῶν θέλων
 
Ἰλίου πόλιν μολεῖν. 1520
 
ἀλλὰ τὰν Διὸς κόραν
 
κλῄσωμεν Ἄρτεμιν,
 
θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ.
 
ὦ πότνια, πότνια, θύμασιν βροτησίοις
 
χαρεῖσα, πέμψον ἐς Φρυγῶν 1525
 
γαῖαν Ἑλλάνων στρατὸν
 
καὶ δολόεντα Τροίας ἕδη,
 
Ἀγαμέμνονά τε λόγχαις
 
Ἑλλάδι κλεινότατον στέφανον
 
δὸς ἀμφὶ κάρα ἑὸν 1530
 
κλέος ἀείμνηστον ἀμφιθεῖναι.
Ἄγγελος
ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
 
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.
Κλυταιμήστρα
φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
 
ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ· 1535
 
μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων
← Önceki Stasimon 5 · 3 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi