Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 5

[Episode]
ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία,
Ἰφιγένεια
Μυκηναῖαί τʼ ἐμαὶ θεράπναι—
Χορός
καλεῖς πόλισμα Περσέως, 1500
 
Κυκλωπίων πόνον χερῶν;
Ἰφιγένεια
ἐθρέψαθʼ Ἑλλάδι με φάος·
 
θανοῦσα δʼ οὐκ ἀναίνομαι.
Χορός
κλέος γὰρ οὔ σε μὴ λίπῃ.
Ἰφιγένεια
ἰὼ ἰώ. 1505
 
λαμπαδοῦχος ἁμέρα
 
Διός τε φέγγος, ἕτερον ἕτερον
 
αἰῶνα καὶ μοῖραν οἰκήσομεν.
 
χαῖρέ μοι, φίλον φάος.
Χορός
ἰὼ ἰώ. 1510
 
ἴδεσθε τὰν Ἰλίου 1510
 
καὶ Φρυγῶν ἑλέπτολιν
 
στείχουσαν, ἐπὶ κάρα στέφη
 
βαλουμέναν χερνίβων τε παγάς,
 
βωμόν γε δαίμονος θεᾶς
 
ῥανίσιν αἱματορρύτοις 1515
 
χρανοῦσαν εὐφυῆ τε σώματος δέρην
← Önceki Stasimon 5 · 2 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi