Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 4

[Choral]
ὦ τέκνον, ὦ ξέναι,
Κλυταιμήστρα
οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα.
 
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
Ἰφιγένεια
οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ
 
μέλος εἰς ἄμφω πέπτωκε τύχης, 1280
 
κοὐκέτι μοι φῶς
 
οὐδʼ ἀελίου τόδε φέγγος.
 
ἰὼ ἰώ.
 
νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα,
 
Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε 1285
 
ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ
 
θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ-
 
δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει, 1290
 
μή ποτʼ ὤφελες τὸν ἀμφὶ
 
βουσὶ βουκόλον τραφέντʼ
 
Ἀλέξανδρον οἰκίσαι
 
ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
 
Νυμφᾶν κεῖνται 1295
 
λειμών τʼ ἔρνεσι θάλλων
 
χλωροῖς καὶ ῥοδόεντʼ
← Önceki bölüm Stasimon 4 · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi