Thesauros Edebiyat Tragedya Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 3

[Episode]
σύμφλεγε σύμφλεγε δώματα Πενθέος. 595
Χορός
ἆ ἆ,
 
πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,
 
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
 
ποτε κεραυνόβολος ἔλιπε φλόγα
 
Δίου βροντᾶς;
 
δίκετε πεδόσε τρομερὰ σώματα 600
 
δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ
 
ἄνω κάτω τιθεὶς ἔπεισι
 
μέλαθρα τάδε Διὸς γόνος.
Διόνυσος
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
 
πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου 605
 
διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε
 
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χορός
ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
 
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.
Διόνυσος
εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην, 610
 
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Χορός
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
 
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
← Önceki Stasimon 3 · 2 / 18 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi