Thesauros Edebiyat Tragedya Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 3

[Episode]
τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθεύς
λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.
Διόνυσος
ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; 815
Πενθεύς
σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
Διόνυσος
ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. 820
Διόνυσος
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διόνυσος
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. 825
Πενθεύς
πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Διόνυσος
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.
Διόνυσος
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν; 830
Διόνυσος
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
← Önceki Stasimon 3 · 13 / 18 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi