Epeisodion 2
Θεράπων
Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες
ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.
435
ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν
φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας
οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
440
κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.
ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
445
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.
πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως
ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.
450
Πενθεύς
μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·
πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,
455
γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
460
Διόνυσος
οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθεύς
οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διόνυσος
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθεύς
πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;
465
Διόνυσος
Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.
Πενθεύς
Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διόνυσος
οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθεύς
πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;
Διόνυσος
ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
470
Πενθεύς
τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;
Διόνυσος
ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθεύς
ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;
Διόνυσος
οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.
Πενθεύς
εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.
475
Διόνυσος
ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.
Πενθεύς
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διόνυσος
ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.
Πενθεύς
τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διόνυσος
δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
480
Πενθεύς
ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;
Διόνυσος
πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.
Πενθεύς
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;
485
Διόνυσος
νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.
Πενθεύς
τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διόνυσος
σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.
490
Πενθεύς
ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διόνυσος
εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθεύς
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διόνυσος
ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.
Πενθεύς
ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
495
Διόνυσος
αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
Πενθεύς
εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.
Διόνυσος
λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθεύς
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
500
Πενθεύς
καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.
Διόνυσος
παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθεύς
λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διόνυσος
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθεύς
ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
505
Διόνυσος
οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.
Πενθεύς
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.
Διόνυσος
ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.
Πενθεύς
χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας
φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
510
ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει
κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.
Διόνυσος
στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
515
παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων
μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.