Thesauros Edebiyat Tragedya Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Epeisodion 1

Χορός
ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,
 
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. 330
 
οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
 
νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
 
κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
 
παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
 
ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν, 335
 
ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
 
ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
 
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
 
διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις
 
Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν. 340
 
ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
 
κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,
 
μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
 
τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον 345
 
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
 
ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ
← Önceki Epeisodion 1 · 9 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi