Thesauros Edebiyat Tragedya Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Parodos

[Choral]
νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος, 140
Χορός
εὐοἷ.
 
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
 
νέκταρι.
 
Συρίας δʼ ὡς λιβάνου κα-
 
πνὸν ὁ Βακχεὺς ἀνέχων 145
 
πυρσώδη φλόγα πεύκας 145
 
ἐκ νάρθηκος ἀίσσει
 
δρόμῳ καὶ χοροῖσιν
 
πλανάτας ἐρεθίζων
 
ἰαχαῖς τʼ ἀναπάλλων,
 
τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων. 150
 
ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·
 
Ὦ ἴτε βάκχαι,
 
ὦ ἴτε βάκχαι,
 
Τμώλου χρυσορόου χλιδᾷ
 
μέλπετε τὸν Διόνυσον 155
 
βαρυβρόμων ὑπὸ τυμπάνων,
 
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
 
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
← Önceki Parodos · 5 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi